Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.45 Dem. 58.49 (English) >>Dem. 58.51

58.47νυνὶ δὲ αὐτὸν τοῦτον, μήτε πείσαντα τὸν δῆμον μήτε κοινὸν καταστήσαντα τὸ πρᾶγμα, γράφεσθαι τῶν νόμων αὐτῷ ἀπαγορευόντων (καὶ δεινὰ φήσει αὐτίκα δὴ μάλα πάσχειν, εἰ μὴ ταῦτʼ ἐξέσται ποιεῖν αὐτῷ, καὶ διέξεισι τὰς ἐκ τῶν νόμων ζημίας, αἷς ἔνοχος ἐὰν ἁλῷ γενήσεται) τῶν δὲ νόμων μὴ φροντίζειν, ἀλλʼ ἀξιοῦν αὑτῷ τηλικαύτην δωρεὰν δεδόσθαι παρʼ ὑμῶν, ὅσην οὐδʼ αἰτῆσαι τετόλμηκεν οὐδείς;

58.48ὅτι μὲν οὖν περὶ τῆς ἐνδείξεως οὐδὲν ἕξει δίκαιον λέγειν οὔτε Θεοκρίνης οὔτε τῶν ὑπὲρ τούτου λεγόντων οὐδείς, σχεδὸν εἰδέναι πάντας ὑμᾶς νομίζω. οἶμαι δʼ αὐτοὺς ἐπιχειρήσειν λέγειν, ὡς οὐδʼ εἰσὶν ἐνδείξεις τούτων ὅσοι μὴ ἐν ἀκροπόλει ἐγγεγραμμένοι εἰσίν, οὐδʼ ἐστὶ δίκαιον τούτους ὑπολαμβάνειν ὀφείλειν ὧν οὐδεὶς παρέδωκε τοῖς πράκτορσι τὰ ὀνόματα, 58.49ὥσπερ ὑμᾶς ἀγνοήσοντας τὸν νόμον, ὃς ὀφείλειν κελεύει ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ παραβῇ τὸν νόμον τὸ ψήφισμα, οὐ πᾶσι δῆλον <ὂν> ὅτι πολλαχῶς καὶ ὀφείλουσι τῷ δημοσίῳ καὶ ἐκτίνουσιν οἱ βουλόμενοι τοῖς νόμοις πείθεσθαι, καὶ τοῦτο ἐξ αὐτοῦ τοῦ νόμου δῆλον. καί μοι πάλιν λαβὲ τὸν νόμον τοῦτον.Νόμος

ἀκούεις, μιαρὸν σὺ θηρίον, τι κελεύει; “ἀφʼ ἧς ἂν ὄφλῃ τὸν νόμον παραβῇ.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.45 Dem. 58.49 (English) >>Dem. 58.51

Powered by PhiloLogic